Πέμπτη 8 Μαρτίου 2018

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΟΥΣ ΕΛΛΗΝΕΣ ΑΠΑΧΘΕΝΤΕΣ ΣΤΡΑΤΙΩΤΕΣ







Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρεις φορές) 

Δόξα Πατρί... και νύν και αεί...

Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επισκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον. 


Δόξα Πατρί... και νύν και αεί...

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από του πονηρού. 

Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν.

Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου. Ευλογημένη Συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες, των ψυχών ημών.

Βαπτιστά του Χριστού, πάντων ημών μνήσθητι, ίνα ρυσθώμεν των ανομιών ημών, σοι γαρ εδόθη χάρις, πρεσβεύειν υπέρ ημών.

Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιόν του Παρακλήτου, ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι, ημίν το μέγα έλεος.

Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω Βασιλεί ημών Θεώ.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω Βασιλεί ημών Θεώ.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Αυτώ Χριστώ τω Βασιλεί και Θεώ ημών.

Ψαλμός 120

ΗΡΑ τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου· ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Εχθροίς παρατάχθητι,τοις πολεμούσιν ημίν,δεινώς γαρ επέβησαν τη κληρουχία τη ση, Μαρία Παντάνασα, όλεσον αυτοχείρως των βαρβάρων τα θράση, γνώτωσαν την ισχύν

σου, φιλοπόλεμα έθνη, τω θείω σου νεύματι πάντας αφάνισον.

Αθέων Αγαρηνών,τα βέλη σύντριψον Δέσποινα,καί πάσαν επιβουλήν, δαιμόνων ματαίωσον, λαόν Χριστεπώνυμον, σκέπων και φυλάττων, ίνα πόθω σε δοξάζωμεν.

Τους εκ της Άγαρ δυσμενείς, τάχιον ολλύουσα ξίφει των προσευχών σου Μαριάμ, τον λαόν και την ποίμνην σου φύλατε τω υιώ σου κραυγάζοντα, ο θεός των Πατέρων ευλογητός ει.

ΕΥΧΗ

Κύριε Ιησού Χριστέ ο Θεός ημών, ο την Παναγίαν Σου Μητέρα Τιμιωτέραν αναδείξας πασών των επουρανίων δυνάμεων, αυτός, Πανάγαθε, δια των πρεσβειών αυτής, Θεία δυνάμει του Τιμίου και Ζωοποιού Σου Σταυρού, ικεσίαις του Αγίου ενδόξου Προφήτου και Βαπτιστού Ιωάννου, του Οσίου και Θεοφόρου Πατρός ημών Αρσενίου του Καππαδόκου ,του Οσίου Πατρός ημών Παϊσίου του Αγιορείτου και πάντων Σου των Αγίων , επάκουσον ημών των αναξίων δούλων σου και υπεράσπισον και σώσον τους δούλους σου Άγγελον και Δημήτριον, των υπό των βαρβάρων απαχθέντων, και ταχέως απελευθέρωσον αυτούς τη Θεία σου δυνάμει και διαφύλαξον αυτούς και τον κόσμον σου άπαντα από παντός εγκλήματος , φθοροποιού και επιβούλου πράξεως και από πάσης κακουργίας και επιθέσεως, ίνα εν ειρήνη και ασφαλεία μεταλαμβάνοντες της αμετρήτου και ανεικάστου Σου Αγάπης δοξάζομεν δια παντός Το Πανάγιον Όνομά Σου εις τους αιώνας των αιώνων. Αμήν. 
* * *

Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια,

Ὡς λυτρωθεῖσα τῶν δεινῶν ευχαριστήρια.

Ἀναγράφω Σοι ἡ πόλις Σου, Θεοτόκε.

Ἀλλ᾽ ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον,

Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω Σοι

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ημών , ἐλέησον και σώσον ἡμᾶς.



π.Διονύσιος Ταμπάκης 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου